Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.331 Joseph. BJ 5.338 (English) >>Joseph. BJ 5.343

5.335τὸν μὲν οὖν λαὸν ἕτοιμον εἶχεν εἰς προύτρεπεν καὶ πάλαι, τοῖς μαχίμοις δʼ ἐδόκει τὸ φιλάνθρωπον ἀσθένεια, καὶ τὸν Τίτον ἀδυναμίᾳ τοῦ τὴν ἄλλην πόλιν ἑλεῖν ταῦτα προτείνειν ὑπελάμβανον. 5.336διαπειλοῦντες δὲ τοῖς δημόταις θάνατον, εἰ περὶ παραδόσεως μνησθείη τις αὐτῶν, καὶ τοὺς παραφθεγγομένους εἰρήνην ἀποσφάττοντες, ἐπιτίθενται καὶ τοῖς εἰσελθοῦσι Ῥωμαίων, οἱ μὲν κατὰ τοὺς στενωποὺς ὑπαντιάσαντες, οἱ δʼ ἀπὸ τῶν οἰκιῶν, ἄλλοι δʼ ἔξω τοῦ τείχους κατὰ τὰς ἄνω προπηδήσαντες πύλας. 5.337πρὸς οὓς ταραχθέντες οἱ φρουροὶ τοῦ τείχους καθαλλόμενοι τῶν πύργων ἀνεχώρουν εἰς τὰ στρατόπεδα. 5.338κραυγὴ δʼ ἦν τῶν μὲν

-- --

εἴσω πάντοθεν πολεμίοις κεκυκλωμένων, τῶν δʼ ἔξωθεν περὶ τοῖς ἀπολειφθεῖσι δεδοικότων. πληθύνοντες δʼ ἀεὶ Ἰουδαῖοι καὶ πολλὰ πλεονεκτοῦντες κατʼ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. 5.339οἱ δὲ κατʼ ἀνάγκην τὸ πλέον ἀντεῖχον, οὐ γὰρ ἦν ἀθρόους διαφυγεῖν διὰ στενοῦ τοῦ τείχους, δοκοῦσί τε ἂν κατακοπῆναι πάντες οἱ παρελθόντες μὴ προσαμύναντος τοῦ Τίτου. 5.340διαστήσας γὰρ ἐπʼ ἄκροις τοῖς στενωποῖς τοὺς τοξότας καὶ κατὰ τὸν μάλιστα πληθύοντα σταθεὶς αὐτός, ἀνέστελλε τοῖς βέλεσι τοὺς πολεμίους, καὶ σὺν αὐτῷ Δομέτιος Σαβῖνος, ἀνὴρ ἀγαθὸς καὶ κατὰ ταύτην φανεὶς τὴν μάχην.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.331 Joseph. BJ 5.338 (English) >>Joseph. BJ 5.343

Powered by PhiloLogic